Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.150 Dem. 24.153 (English) >>Dem. 24.157

24.152ὡς μὲν οὖν ἔξεστιν ὑμῖν δεσμὸν καταγιγνώσκειν ταῦτʼ ἐπιδείκνυμι· ὡς δὲ τὰ δεδικασμένʼ ἄκυρα ποιεῖν καὶ δεινὸν καὶ ἀνόσιόν ἐστι καὶ δήμου κατάλυσις, πάντας ἂν οἶμαι ὁμολογῆσαι. γὰρ πόλις ἡμῶν, ἄνδρες δικασταί, νόμοις καὶ ψηφίσμασιν διοικεῖται. εἰ δή τις τὰ ψήφῳ κεκριμένα νόμῳ καινῷ λύσει, τί πέρας ἔσται; πῶς τοῦτον δίκαιόν ἐστι νόμον προσαγορεύειν, ἀλλʼ οὐκ ἀνομίαν; πῶς οὐ τῆς μεγίστης ὀργῆς τοιοῦτος νομοθέτης ἄξιός ἐστιν; 24.153ἐγὼ μὲν γὰρ τῶν ἐσχάτων νομίζω, οὐχ ὅτι τοῦτον μόνον τὸν νόμον ἔθηκεν, ἀλλʼ ὅτι καὶ τοῖς ἄλλοις ὁδὸν δείκνυσι καὶ περὶ δικαστηρίων καταλύσεως καὶ περὶ τῶν φευγόντων καθόδου καὶ περὶ τῶν ἄλλων τῶν δεινοτάτων. τί γὰρ κωλύει, ἄνδρες δικασταί, εἰ οὗτος χαίρων ἀπαλλάξει τοιοῦτον νόμον τιθείς, ἕτερον φανῆναι ἄλλο τι τῶν τῆς πόλεως ἰσχυροτάτων καταλύοντα νόμῳ καινῷ; 24.154ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν. ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν, παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων. ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου. ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα, ἄνδρες δικασταί, τοιούτων πραγμάτων, οὐδʼ εἰ μήπω ἂν ἐκφύοι, ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ποιεῖν τι τοιοῦτον δίκην διδόναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.150 Dem. 24.153 (English) >>Dem. 24.157

Powered by PhiloLogic